Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, ὁ πραής καὶ ταπεινὸς τῇ καρδίᾳ, κατάπεμψον κατὰ τὸ μέγα καὶ πλούσιον ἔλεός σου καὶ ἐν ταῖς καρδίαις ἡμῶν τὸ πνεῦμα τῆς εἰρήνης καὶ τῆς πραότητος, ἵνα εἰρηνεύοντες ἐκ τοῦ κακίστου πάθους τοῦ θυμοῦ, μνημονεύομεν ἀεὶ τοῦ ἐνδόξου καὶ φοβεροῦ ὀνόματός σου μετὰ καρδίας γαληνιώσης. Ἰησοῦ, τὸ ἀρνίον τὸ ἄκακον, τὸ προσφερόμενον ἐνώπιον τοῦ οὐρανίου Πατρὸς θυσία ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων, ἐπάκουσον ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ δεομένων Σου καὶ ἐλευθέρωσον ἡμᾶς ἐκ τοῦ φοβεροῦ τοῦ θυμοῦ πάθους, διότι ἀπολλύμεθα ἐξ αὐτοῦ καὶ δὲν δυνάμεθα ποτέ να ἀφιερωθῶμεν εἰς τὴν ἀγάπην Σου καὶ εἰς τὸ θέλημά Σου τὸ ἅγιον, ἐνόσω ὑπὸ τοῦ πάθους τούτου κατεχόμεθα. Ἰησοῦ ἀνεξίκακε, ὁ ἐπὶ τοῦ Σταυροῦ ὑπὲρ τῶν σταυρωσάντων Σε πρὸς τὸν οὐράνιον Σου Πατέρα προσευχόμενος, ποίησον καὶ ἡμᾶς τοιούτους, ὥστε νά προσευχόμεθα ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ κακοποιούντων ἡμᾶς, ἵνα οὕτω γενόμεθα μιμηταὶ Σου καὶ δοξάζεται καὶ δι' ἡμῶν τὸ Πανάγιον Ὄνομά Σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε ρύσαι με ἀπὸ θυμοῦ καὶ ὀξυχολίας, καὶ δώρησαί μοι πραότητα καὶ μακροθυμίαν. Κύριε, ρύσαι με ἀπὸ τοῦ ψεύδους καὶ τῆς καταλαλιᾶς καὶ τῆς κατακρίσεως, καὶ δώρησαί μοι ἐν πάσῃ ἀλήθειᾳ καὶ συμπαθείᾳ προσέχειν καὶ ὁμιλεῖν ἐν τῷ συντυγχάνειν με τοῖς ἀδελφοῖς μου. Κύριε, ρύσαι με ἀπὸ τῆς καυχήσεως καὶ τῆς ἀργολογίας καὶ δώρησαί μοι ταπείνωσιν καὶ σιωπήν. Κύριε, ρύσαι με ἀπὸ τῶν παραπτωμάτων τῆς γλώττης μου, ὅτι καθ' ἑκάστην ἁμαρτάνω δι' αὐτῆς ὁ τάλας καὶ οὒκ αἰσθάνομαι. Κύριε, ρύσαι με ἀπὸ τῆς ὀλεθρίου κενοδοξίας καὶ καθάρισόν με ἀπὸ τῶν κρυφίων μου. Κύριε, δώρησαί μοι ταπεινοφροσύνην βαθεῖαν, ἀήττητον καὶ κατάνυξιν τῇ καρδίᾳ μου, ὅπως κλαύσω τάς ἀνομίας μου καὶ ἐξάλειψον πάσας τάς ἁμαρτίας μου, καὶ ἐν μετανοίᾳ ἀληθή καὶ ἐξομολογήσει, καὶ ἐν συνειδότι ἀκαταγνώστῳ καὶ ἐν πίστι καθαρὰ καὶ ἀμωμήτῳ τὴν ἐμὴν εὐδόκησον τελευτήν. Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων Σου τῶν Ἁγίων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου